Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 23.40 Dem. 23.44 (English) >>Dem. 23.46

23.42καίτοι πῶς οὐχὶ δεινὸν εἰ, οἷς νόμος δέδωκεν, ἐὰν ὧν εἶπον εἴργωνται, μετʼ ἀσφαλείας ζῆν φεύγουσιν, τούτους ἐκδότους τις εἶναι γράφει, καὶ ἀφαιρεῖται τὸ τῆς συγγνώμης ὠφέλιμον, τοῖς ἀτυχοῦσιν ὑπάρχειν εἰκὸς παρὰ τῶν ἔξω τῶν ἐγκλημάτων ὄντων, ὅτῳ ποτὲ τῶν πάντων ἀπόκειται ἄδηλον ὄν, μὴ προδήλου τῆς ἐπιούσης τύχης οὔσης ἑκάστῳ; καὶ νυνὶ τὸν ἀποκτείναντα Χαρίδημον, ὄντως ἂν ἄρα τοῦτο γένηται, ἂν ἀνταποκτείνωσί τινες λαβόντες ἔκδοτον, πεφευγότα καὶ τῶν νομίμων εἰργόμενον, ἔνοχοι μὲν αὐτοὶ ταῖς φονικαῖς δίκαις ἔσονται, ἔνοχος δὲ σύ· 23.43καὶ γὰρἄν τις αἴτιος γέγραπται, ἔσει δʼ αἴτιος τὴν διὰ τοῦ ψηφίσματος ἐξουσίαν δεδωκώς. οὐκοῦν εἰ μὲν ἐάσομεν ὑμᾶς τούτων συμβάντων, οὐ καθαροῖς οὖσιν ὁμοῦ διατρίψομεν· εἰ δʼ ἐπέξιμεν, οἷς ἐγνώκαμεν αὐτοὶ τἀναντία πράττειν ἀναγκασθησόμεθα. ἆρά γε μικρὸν τὸ τυχόν ἐστιν ὑπὲρ οὗ δεῖ λῦσαι τὸ ψήφισμʼ ὑμᾶς;

23.44λέγε δὴ τὸν μετὰ ταῦτα νόμον.Νόμος

ἐάν τίς τινα τῶν ἀνδροφόνων τῶν ἐξεληλυθότων, ὧν τὰ χρήματα ἐπίτιμα, πέρα ὅρου ἐλαύνῃ φέρῃ ἄγῃ, τὰ ἴσα ὀφείλειν ὅσα περ ἂν ἐν τῇ ἡμεδαπῇ δράσῃ.

ἄλλος οὗτος, ἄνδρες Ἀθηναῖοι, νόμος ἀνθρωπίνως καὶ καλῶς κείμενος, ὃν παραβὰς οὗτος ὁμοίως φανήσεται.



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 23.40 Dem. 23.44 (English) >>Dem. 23.46

Powered by PhiloLogic